Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.53 | Joseph. BJ 6.59 (English) | >>Joseph. BJ 6.67 |
6.57πρῶτος ἀναβαίνω τὸ τεῖχος . καὶ εὔχομαι μέν μου τῇ τε ἰσχύι καὶ τῇ γνώμῃ τὴν σὴν ἀκολουθῆσαι τύχην , εἰ δὲ νεμεσηθείην τῆς ἐπιβολῆς , ἴσθι μή με πταίσαντα παρʼ ἐλπίδας , ἀλλʼ ὑπὲρ σοῦ
6.58κρίσει τὸν θάνατον ᾑρημένον .” ταῦτα εἰπὼν καὶ τῇ μὲν ἀριστερᾷ χειρὶ τὸν θυρεὸν ὑπὲρ τῆς κεφαλῆς ἀνατείνας , τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος ἐχώρει πρὸς τὸ τεῖχος περὶ ὥραν μάλιστα τῆς ἡμέρας ἕκτην .
6.59εἵποντο δʼ αὐτῷ καὶ τῶν ἄλλων ἕνδεκα μόνοι ζηλωταὶ τῆς ἀνδρείας γενόμενοι · προῆγε δὲ πολὺ πάντων ὁ ἀνὴρ ὁρμῇ τινι δαιμονίῳ χρώμενος .
6.60οἱ φρουροὶ δὲ ἀπὸ τοῦ τείχους κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσι πάντοθεν ἀπείροις ἔβαλλον καὶ πέτρας ἐξαισίους κατεκύλιον ,
6.61αἳ ἐκ τῶν μὲν ἕνδεκα παρέσυραν ἐνίους , ὁ δὲ Σαβῖνος ἀπαντῶν τοῖς ἀφιεμένοις καὶ καταχωννύμενος ὑπὸ τῶν βελῶν οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν ἢ γενέσθαι τε ἐπʼ ἄκρῳ καὶ τρέψασθαι
-- -- καταπλαγέντες γὰρ αὐτοῦ τήν τε δύναμιν οἱ Ἰουδαῖοι καὶ τὸ παράστημα τῆς ψυχῆς , ἅμα δὲ καὶ πλείους ἀναβεβηκέναι δόξαντες ἐτράπησαν .
6.63ἔνθα δὴ καταμέμψαιτʼ ἄν τις ὡς φθονερὰν ἐπὶ ταῖς ἀρεταῖς τὴν τύχην καὶ κωλύουσαν ἀεὶ τὰ παράδοξα τῶν κατορθωμάτων .
6.64ὁ γοῦν ἀνὴρ οὗτος ὅτʼ ἐκράτησε τῆς ἐπιβολῆς , ἐσφάλη καὶ πταίσας πρός τινι πέτρᾳ πρηνὴς ἐπʼ αὐτὴν μετὰ μεγίστου ψόφου κατέπεσεν · ἐπιστραφέντες δὲ οἱ Ἰουδαῖοι καὶ κατιδόντες μόνον τε αὐτὸν καὶ πεπτωκότα , πάντοθεν ἔβαλλον .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.53 | Joseph. BJ 6.59 (English) | >>Joseph. BJ 6.67 |